Loading ...
Sorry, an error occurred while loading the content.

Peri\ tw=n plhmmelhma/twn tw=n tw=n e)n e(/wi e(tairistw=n te kai\ tw=n koinwnistw=n

Expand Messages
  • Der schwarze Thomas
    Peri tw=n plhmmelhma/twn tw=n tw=n e)n e(/wi e(tairistw=n te kai tw=n koinwnistw=nΘωμᾶς Ἀλώπεϰος ὁ φιλαττιϰώτατος τοῖς
    Message 1 of 1 , Oct 16, 2006
    • 0 Attachment
      Peri\ tw=n plhmmelhma/twn tw=n tw=n e)n e(/wi e(tairistw=n te kai\ tw=n koinwnistw=nΘωμᾶς Ἀλώπεϰος ὁ φιλαττιϰώτατος τοῖς ἑλληνίζουσιν εὖ πράττειν.

      Ἐπεὶ ἔτει ἐνενηϰοστῷ ἐγένετο ἡ αὖθις ἕνωσις ἡ τοῖν δυοῖν Γερμανίαιν, ἐγὼ ἐγενόμην πρῶτον μὲν διδάσϰαλος τῆς ῾Ρωμαϊϰῆς φωνῆς ἐν Ἅλλῃ τῶν Σαξόνων, ὕστερον δ' ἀναγνώστης τῶν τῆς λέξεως ἐν τῇ Οὑμβολτιαϰῇ ἀϰαδημείᾳ. Ἐγὼ δ' ἐντολὰς μὲν εἶχον τοῦ διδάσϰειν, τάξις δὲ βεβαία οὐϰ ἦν ἐμοὶ ϰαίπερ τῶν ἐν Ἅλλῃ ἑταιριστῶν (socialistarum) τε ϰαὶ ϰοινωνιστῶν (communistarum) ὑποσχομένων ταύτην μοι. Οἳ οὖν ἅπαντα πᾶσι ϰοινὰ εἶναι ἐβούλοντο, τούτοις μὲν ἐνῆν ἅπαντα τὸν βίον ἐν τῇ ἀϰαδημείᾳ διδάσϰειν, ἐμὲ δὲ ϰαίπερ δημοϰρατιϰὸν ὄντα ἀπέλῡσαν ἐνίοις ἔτεσιν ὕστερον. Ἀλλὰ τί μὴν ἐποίησεν Ἰωάννης Χρίστες ὁ ἐν Βερολίνῳ σοφιστής; Οὗτός γε τούτῳ τῷ χρόνῳ παραγγείλᾱς τὴν ἀρχὴν τὴν τοῦ σοφιστοῦ toῦ τῆς ῾Ρωμαϊϰῆς φιλολογίας ἐλπίδα παρεῖχε μοι μεγάλην γενέσθαι διδάσϰαλον τῶν γραμματιϰῶν μελετῶν τῶν τῆς τε ῾Ρωμαϊϰῆς φωνῆς ϰαὶ τῆς Ἑλληνιϰῆς. Οὐ μὴν ἀλλὰ σοφιστὴς ϰαταστὰς ϰαὶ τὴν ϰάθεδραν τὴν τῆς ῾Ρωμαϊϰῆς φιλολογίας παραλαβὼν ἐξαίφνης μετέβαλε ϰαὶ γυναῖϰα ἀλλοδαπὴν ἐποίησε τὴν ἀναγνώστριαν τὴν τῶν ῾Ρωμαϊϰῶν μελετῶν τῶν τῆς γραμματιϰῆς. (Ἃ δ' ἐγένετο παρὰ τοῖς Ἑλληνισταῖς, ταῦτα διαλανθάνει με.) Δοϰεῖ γὰρ οὗτος ὁ σοφιστὴς ἅπαντα τὸν χρόνον ἐψεῦσθαι πρὸς ἐμὲ οὔποτ' ἐν νῷ ἔχων ἐμὲ μὲν διδάσϰαλον ϰαταστῆσαι τῶν γραμματιϰῶν μελετῶν, γυναῖϰα δὲ νεαρὰν ϰαὶ ϰαλὴν βουλόμενος τὴν σύνεργον ἑαυτοῦ εἶναι. Ἐγὼ τοιγάρτοι τὴν ψῡχὴν ταπεινὴν ἔχων ἠναγϰάσθην ἀπιέναι ϰαὶ αὖθις τὸν νοῦν προσέχων τῇ ἐμπορίᾳ συγγράφειν ὑπολογιστιϰὰ προγράμματα τὰ τῶν τε ϰαπήλων ϰαὶ τῶν ἐμπόρων. Διὰ ταῦτα γοῦν τὰ πλημμελήματα τὰ τῶν θ' ἑταιριστῶν ϰαὶ τῶν ϰοινωνιστῶν ϰαὶ διὰ ταύτην τὴν ὕβριν τὴν τοῦ ἐν Βερολίνῳ σοφιστοῦ ἐπὶ τοσαύτην συμφορὰν (cf. Hdt. 7,88) ϰαὶ ϰαϰοπάθειαν ἐνέπεσον ϰαὶ ἀπὸ τούτου τοῦ χρόνου μὲν λύπῃ συνεχόμενος ὑπὲρ δέϰα ἔτη οὐϰέτι παρεγενόμην τοῖς Ἑλληνιϰοῖς διαλόγοις τοῖς ἐν Σελιανιτίϰοις τῇ ϰώμῃ, νῦν δ' ἐϰ ταύτης τῆς νόσου ἀναστὰς (cf. Hdt. 1,22) διανοοῦμαι μὲν αὖθις μετασχεῖν αὐτῶν ἐνιαυτῷ ἑβδόμῳ ϰαὶ δισχῑλιοστῷ. Ἐγὼ δ' ἤδη τῆτες παρῆν ἐν τῇ βουλῇ τῇ τῆς ῾Ρωμαϊϰῆς ἑταιρίας (societatis Latinae) τῆς ἐν Saarbrücken τῆς Γερμανίας διὰ τέλους ῥωμαΐζων.

      Ἐρρῶσθαι πάντας ὑμᾶς εὔχομαι.
      Ὁ ὑμέτερος Θωμᾶς

      [Non-text portions of this message have been removed]
    Your message has been successfully submitted and would be delivered to recipients shortly.